Ήχος β’.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ήχος γ’.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος βαρὺς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Ἀπολυτίκιον Ἁγίου Νικολάου
Ἦχος δ´.
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἁγίου Χρυσοστόμου Σμύρνης
Ήχος γ΄
Μέγαν μάρτυρα ἡ Ἐκκλησία, μέγαν ήρωα το έθνος σύμπαν,τον της Σμύρνης υμνούμεν Χρυσόστομον. Και γαρ γενναίως αθλήσας υπέμεινεν υπέρ πατρίδος και πίστεως θανατόν,Ιεράρχου τε υπόδειγμα εαυτόν ανέδειξε τον στέφανον λαβών τον αμαράντινον.
Ἀπολυτίκιον Ἁγίας Μαρκέλλης Χιοπολίτιδος
Ἦχος α’.
Τῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαὶς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρώσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοὶς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τῷ δεδοκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.
Ἀπολυτίκιον Ἁγίου Νεκταρίου Αἰγίνης
Ἦχος α’.
Σηλυβρίας τον γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.
Πρόγραμμα Ακολουθιών Μηνός Απριλίου 2018. Αναλυτικά μέρες και ώρες για τις Θείες Λειτουργίες.
Ο Ιερός Ναός Αγίου Νικολάου Γλυφάδας ανήκει στην Ιερά Μητρόπολη Γλυφάδας, Ελληνικού, Βούλας, Βουλιαγμένης, Βάρης (Βαρκίζης).
Κυκλοφόρησε το Ενοριακό Φυλλάδιο (Τεύχος 28) για τον μήνα Απρίλιο 2018.